Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 29-5
Not analysed yet
Τὰ μὲν οὖν λεγόμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις περὶ τῆς τῶν θεῶν ἐννοίας ἐστὶ τοιαῦτα, οὐκ οἰόμεθα δὲ αὐτὰ χρείαν ἔχειν ἀντιρρήσεως· τὸ γὰρ πολύτροπον τῆς ἀποφάσεως τὴν ἀγνωσίαν τοῦ παντὸς ἀληθοῦς ἐπισφραγίζεται, πολλῶν μὲν δυναμένων εἶναι τρόπων τῆς τοῦ θεοῦ νοήσεως, τοῦ δὲ ἐν αὐτοῖς ἀληθοῦς μὴ καταλαμβανομένου. λαμβανομένου. ὅμως δὲ κἂν ἐπὶ τἀς κατὰ μέρος ὑπομνήσεις χωρῶμεν, οὐδὲν εὑρεθήσεται τῶν εἰρημένων βέβαιον.