Ancient Greek
30 to 31
Sextus Empiricus, Adversus mathematicos 30-3-31
Not analysed yet
αὐτίκα γὰρ οἱ μὲν νομοθέτας τινὰς οἰόμενοι καὶ συνετοὺς ἀνθρώπους ἐμπεποιηκέναι τοῖς ἄλλοις τὴν περὶ θεῶν δόξαν οὐ πάνυ τι φαίνονται τῷ ζητουμένῳ προσβάλλειν. ἐζητεῖτο γὰρ ἀπὸ τίνος ἀρχῆς ὁρμηθέντες ἄνθρωποι ἦλθον ἐπὶ τὸ θεοὺς νομίζειν· οἱ δὲ διαμφοδοῦντές φασιν, ὅτι νομοθέται τινὲς ἐνεποίησαν τοῖς ἀνθρώποις τὴν περὶ θεῶν δόξαν, μὴ εἰδότες, ὅτι τὸ ἀρχῆθεν ἄπορον αὐτοὺς περιμένει, ζητήσαντος ἄν τινος, πόθεν δὲ οἱ νομοθέται, μηδενὸς πρότερον παραδόντος αὐτοῖς θεούς, ἦλθον εἰς ἐπίνοιαν θεῶν;