Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 292-3
Not analysed yet
εἰ δ’ οὕτως εἰσὶ συνεχεῖς ὧς ἀνεπινόητον ἔχειν μεταξὺ ἀλλήλων τόπον στιγμῆς, ἴνα τὸ τέμνον διχάζῃ τὴν γραμμήν, δυεῖν θάτερον, ἢ τὴν στιγμὴν δεῖ τὴν καθ’ ἧς φέρεται νοεῖν διχαζομένην, ἢ τούτου ἀδυνάτου καθεστῶτος τὰς ὑποκειμένας στιγμὰς τῆς γραμμῆς νοεῖν ὑπαναχωρούσας καὶ τόπον καὶ διάστασιν παρεχομένας, τοτὲ μὲν ἐπὶ τόδε τὸ μέρος συστελλομένων, τοτὲ δὲ ἐπὶ τόδε, ὧν ἑκάτερόν ἐστιν ἄτοπον·