Ancient Greek
290 to 291
Sextus Empiricus, Adversus mathematicos 290-3-291
Not analysed yet
καὶ μὴν οὐδ’ ἔνεστι λέγειν, ὅτι τὸ τέμνον τὴν γραμμὴν μεταξὺ δυεῖν στιγμῶν τῶν ἐν τῇ τεμνομένη γραμμῇ πῖπτον τέμνει τὴν γραμμήν. τοῦτο γὰρ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον. πρῶτον μὲν γὰρ ἐν συνεχείᾳ γραμμῆς ἀδύνατόν ἐστι μέσον πεσεῖν πέρας, ἀλλ’ ἀνάγκη κατὰ στιγμῆς φερόμενον νοεῖν τὸ τέμνον. εἶτα κἂν συγχωρηθῇ μεταξὺ δυεῖν στιγμῶν τῶν ἐν τῇ τεμνομένῃ γραμμῇ φερόμενον τὸ τέμνον τέμνειν τὴν γραμμήν, χεῖρόν τι ἀναδύσεται τοῖς γεωμέτραις. αἱ γὰρ συνθετικαὶ τῆς γραμμῆς στιγμαὶ ἤτοι οὕτως εἰσὶ συνεχεῖς ὧς μὴ παραδέχεσθαι μεταξὺ ἀλλήλων ἔξωθέν τινα στιγμήν, ἢ οὐκ ἔσται ἡ ἐξ αὐτῶν σύνθετος συνεχὴς καὶ μία γραμμή.