Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 294-2
Not analysed yet
εἶτα πῶς οἶόν τέ ἐστι διὰ τούτων καταληφθῆναι τὸν ὄγκον οὐκ ἐχουσῶν †τὴν φύσιν †; οἷον εὐθέως ἡ ὅρασις σχήματος μὲν καὶ μεγέθους καὶ χρόας ἐστὶν ἀντιληπτική, οὔτε δὲ σχῆμά ἐστιν οὔτε μέγεθος οὔτε χρῶμα ὁ ὄγκος, ἀλλ’ εἰ καὶ ἄρα, τὸ ᾧ ταῦτα συμβέβηκεν· καὶ διὰ τοῦτο τὸν μὲν ὄγκον οὐ δύναται λαβεῖν ἡ ὅρασις, μόνον δὲ ὁρᾷ τὰ συμβεβηκότα τῷ ὄγκῳ, οἷον τὸ σχῆμα, τὸ μέγεθος, τὴν χρόαν.