Ancient Greek
295 to 299
Sextus Empiricus, Adversus mathematicos 295-299
Not analysed yet
ναί, φήσει τις, ἀλλὰ τὸ ἐκ τούτων συνηρανισμένον ὁ ὄγκος ἐστίν. ὅπερ ἦν ληρῶδες. πρῶτον μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲ ἡ κοινὴ σύνοδος τῶν τινι συμβεβηκότων ἐκεῖνό ἐστι τὸ ᾧ τινι συμβέβηκεν· εἶτα κἂν τοῦτο οὕτως ἔχῃ, πάλιν τῶν ἀμηχάνων ἐστὶν ὑπὸ τῆς ὄψεως ληφθῆναι τὸ σῶμα. εἰ γὰρ μήτε μῆκος ψιλόν ἐστι τὸ σῶμα μήτε σχῆ μὰ κατ’ ἰδίαν, μήτε χρῶμα χωρίς, τὸ δὲ ἐκ τούτων σύνθετον, δεήσει τὴν ὅρασιν τοῦ σώματος ἀντιλαμβανομένην συντιθέναι ταῦτα καθ’ ἕκαστον παρ’ ἑαυτῇ, καὶ οὕτω τὸν κοινὸν πάντων ἀθροισμὸν σῶμα λέγειν. ἀλλὰ τὸ συντιθέναι τι μετά τινος, καὶ τὸ τοιόνδε μέγεθος μετὰ τοῦ τοιοῦδε σχήματος λαμβάνειν, λογικῆς ἐστι δυνάμεως. ἄλογος δέ γέ ἐστιν ἡ ὅρασις· τοίνυν οὐ ταύτης ἔργον καθέστηκε τὸ ἀντιλαμβάνεσθαι τοῦ σώματος. καίτοι οὐ μόνον τὴν κοινὴν σύνοδον ὧς σῶμα νοεῖν ἐστιν ἀφυής, ἀλλὰ καὶ πρὸς τὴν ἑκάστου τῶν τούτῳ συμβεβηκότων κατάληψιν πεπήρωται. οἷον εὐθέως μήκους· καθ’ ὑπέρθεσίν γὰρ μεγεθῶν τοῦτο λαμβάνεσθαι πέφυκεν, ἀπό τινος ἀρχομένων ἡμῶν καὶ διά τινος καὶ ἐπί τι καταληγόντων, ὅπερ ποιεῖν ἄλογος φύσις οὐ δύναται. εἶτα καὶ βάθους· περὶ αὐτὴν γὰρ πλάζεται τὴν ἐπιφάνειαν ἡ ὅρασις, εἰς βάθος δ’ οὐκ ἐνδύνει. λανθάνει γοῦν αὐτὴν καὶ τὰ περίχρυσα τῶν χαλκῶν. εἴρητο δὲ ὅτι πρὸς χρώματος γνῶσιν ἦν ἀνεπιτήδειος, ὅτε τὴν Κυκαὶ ρηναϊκὴν στάσιν ἀνῃροῦμεν (§192). 192).