Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 296-2
Not analysed yet
ἀλλὰ σῶμα μὲν ἀπὸ ἀσωμάτου ἀφαιρεῖσθαι αὐτόθεν ἐστὶν ἀδιανόητον, ἀσώματον δὲ ἀπὸ σώματος χωρίζεσθαι τῶν ἀδυνάτων· θιγεῖν γὰρ δεῖ τοῦ ἀφαιρουμένου τὸ ἀφαιροῦν, ἀθιγὲς δέ ἐστι τὸ ἀσώματον καὶ ἀδύνατος δέδεικται ἡ θίξις· ὥστε οὐδὲ ἀσώματον σώματος χωρισθείη ποτ’ ἄν. καὶ ἄλλως· τὸ χωριζόμενόν τινος οἱονεὶ μέρος ἐστὶ τοῦ ἀφ’ οὗ χωρίζεται, τὸ δὲ ἀσώματον τοῦ σώματος οὐκ ἂν εἴη μέρος.