Ancient Greek
297 to 298
Sextus Empiricus, Adversus mathematicos 297-2-298
Not analysed yet
καὶ μὴν οὐδὲ σῶμα σώματος δύναται ἀφαιρεῖσθαι. εἰ γὰρ σῶμα ἀπὸ σώματος ἀφαιρεῖται, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖται ἢ τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου· ἀλλ’ οὔτε τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖσθαι δύναται, ὡς διδάξομεν, οὔτε τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου, ὧς ὑπομνήσομέν· οὐκ ἄρα σῶμα ἀπὸ σώματος ἀφαιρεῖται. ἴσον μὲν οὖν ἀπὸ ἴσου οὐκ ἂν ἀφαιρεθείη, καθάπερ ἀπὸ πήχεως πῆχυς, ἐπεὶ οὐκ ἔσται τὸ τοιοῦτον ἀφαίρεσις, ἀλλὰ παντελὴς τοῦ ὑποκειμένου ἀναίρεσις.