Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 297
Not analysed yet
ὥστε τοῦτο μὲν ἀνόνητον αὐτοῖς, φημὶ δὲ τὸ κοινῶς ὁμολογεῖσθαι εἶναί τι σημεῖον· ἐκεῖνο δ’ ἴσος ἀναγκαῖον, τὸ ὑποτάξαι τῷ ‘‘ἔστι τι σημεῖον” ἀορίστῳ ὄντι τὸ “τόδ᾿ ἔστι σημεῖον” ἐκφερόμενον. ὅπερ οὐκ ἔνεστιν αὐτοῖς ποιεῖν. πᾶν γὰρ σημεῖον ἐπ’ ἴσης τῷ σημειωτῷ δοξαστόν ἐστι καὶ ἀνεπικρίτως διαφωνούμενον. ὧς οὖν τὸ “τὶς διὰ πέτρας πλεῖ” ψεῦδός ἐστιν, ἐπεὶ οὐκ ἐνδέχεται αὐτῷ ὡρισμένον ὑποτάττειν ἀληθὲς τὸ “οὗτος διὰ πέτρας πλεῖ”, οὕτως ἐπεὶ τῷ ‘‘ἔστι τι σημεῖον” ἀορίστῳ οὐδὲν ἔχομεν ὡρισμένον ἀληθὲς ὑποτάττειν “τοῦτο δέ ἐστι σημεῖον”, ψεῦδος ἄρα γίνεται τὸ “ἔστι τι σημεῖον”, καὶ τὸ ἀντικείμενον αὐτῶ ἀληθές, τὸ ‘‘οὐδέν ἐστι σημεῖον”.