Ancient Greek
298 to 301
Sextus Empiricus, Adversus mathematicos 298-301
Not analysed yet
Πλὴν ἔστω γε καὶ τούτους τοὺς ὐπ’ αὐτῶν κομισθέντας λόγους εἶναι σθεναρούς, μεμενηκέναι δὲ καὶ τοὺς τῶν σκεπτικῶν ἀναντιρρήτους· τί ἀπολείπεται τῆς καθ’ ἑκάτερον μέρος προσπιπτούσης ἰσοσθενείας εἰ μὴ τὸ ἐπέχειν καὶ ἀοριστεῖν περὶ τοῦ ζητουμένου πράγματος, οὔτε τὸ εἶναί τι σημεῖον λέγοντας οὔτε τὸ μὴ εἶναι, τὸ δὲ οὐ μᾶλλον εἶναι ἢ μὴ εἶναι μετὰ ἀσφαλείας προφερομένους; δ’ περὶ ἀποδείξεως Τίνος μὲν ἕνεκεν περὶ ἀποδείξεως ἐπὶ τοῦ παρόντος ζητοῦμεν πρότερον ὑποδέδεικται, ὅτε περί τε τοῦ κριτηρίου καὶ τοῦ σημείου ἐσκεπτόμεθα (§142)· πρὸς δὲ τὸ μὴ ἀμεθόδως γίγνεσθαι τὴν ὑφήγησιν, ἀλλ’ ἀσφαλέστερον καὶ τὴν ἐποχὴν καὶ τὴν πρὸς τοὺς δογματικοὺς ἀντίρρησιν προβαίνειν, ὑποδεικτέον τὴν ἐπίνοιαν αὐτῆς. ἡ τοίνυν ἀπόδειξις κατὰ μὲν τὸ γένος ἐστὶ λόγος· οὐ γὰρ δή γε αἰσθητὸν ἦν πρᾶγμα, ἀλλὰ διανοίας τις κίνησις καὶ συγκατάθεσις, ἅπερ ἦν λογικά. λόγος δέ ἐστιν, ὧς ἁπλούστερον εἰπεῖν, τὸ συνεστηκὸς ἐκ λημμάτων καὶ ἐπιφορᾶς.