Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 299-2
Not analysed yet
καὶ ἔτι ἤτοι ἀπὸ μένοντος τοῦ πήχεως ποιησόμεθα τὴν ἀφαίρεσιν ἢ ἀπὸ μὴ μένοντος. καὶ εἰ μὲν ἀπὸ μένοντος, διπλασιάσομεν τὸν πῆχυν ἀλλ᾿ οὐκ ἐλαττώσομεν· πῶς γὰρ ἔτι πῆχυς ὑποκείσεται ὁ πῆχυς πήχεως ἐξ αὐτοῦ ἀφαιρεθέντος; εἰ δὲ ἀπὸ μὴ μένοντος, οὐδὲν ἀπολείπομεν τὸ τὴν ἀφαίρεσιν ἐπιδεξόμενον· ἀπὸ γὰρ τῶν μὴ ὄντων ἀμήχανόν τι ἀφαιρεθῆναι. ὥστε ἴσον μὲν ἀπὸ ἴσου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου.