Ancient Greek
3 to 4
Sextus Empiricus, Adversus mathematicos 3-3-4
Not analysed yet
καὶ τοῦτ᾿ εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες περὶ τῶν συντεινόντων πρὸς τὴν ἐπισκεπτικὴν αὐτῶν μέθοδον. ἔσται δὲ ἐπιδρομικώτερον καὶ ὁλοσχερέστερον τὸ τῆς ὑφηγήσεως· τοῖς γὰρ προηγουμένως μετιοῦσι τὸ μάθημα τοῦτο τὰ τῆς ἀκριβείας συγκεχωρήσθω, ἡμῖν δὲ αὔταρκές ἐστι τούτων ἐπτμνησθῆναι ὧν χωρὶς οὐ δυνατὸν ἐπιβάλ- λειν ταῖς πρὸς τοὺς Χαλδαίους ἀντιρρήσεσιν. Ἐπὶ προυποκειμένῳ τοίνυν τῷ συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις καὶ κατὰ τὰς ἐκείνων ἀπορροίας ἑκάστοτε ταῦτα νεοχμοῦσθαι (τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε)