Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 5-5
Not analysed yet
(Hom. σ 136) οἱ περιεργότερον ἀναβλέψαντες εἰς τὸ περι- έχον Χαλδαῖοι δραστικῶν μὲν αἰτιῶν λόγον ἐπέχεινφασὶν εἰς τὸ ἕκαστον τῶν κατὰ τὸν βίον συμβαινόντων ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας, συνεργεῖν δὲ τὰ τοῦ ζῳδιακοῦ μέρη. τὸν μὲν οὖν ζῳδιακὸν κύκλον, ὥσπερ κατηχήμεθα, διαιροῦσιν εἰς δεκαδύο ζῴδια, ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα (ἔστω γὰρ τοῦτο ἐπὶ τοῦ παρόντος σύμφωνον αὐτοῖς), ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά οὕτω γὰρ κα- λοῦσι τὰ ἐλάχιστα καὶ ἀμερῆ.