Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 3-4
Not analysed yet
οὐκ ἀπιθάνως γοῦν τινες ἀπεικάζουσι τοὺς μὲν εἰς τὰς κατὰ μέρος ζητήσεις συγκαταβαίνοντας τοῖς ἐκ ποδὸς τὸ θηρίον διώκουσι κυνηγοῖς ἢ ἀπὸ ὁρμιᾶς ἁλιεύουσιν ἢ ἰξῷ καὶ καλάμῳ τοὺς ὄρνις θηρεύουσιν, τοὺς δὲ ἀπὸ τῶν συνεκτικωτάτων πάντα τὰ ἐπὶ μέρους σαλεύοντας ἰοῖς λίνα καὶ στάλικας καὶ σαγήνας περιβαλλομένοις. ὅθεν ὡς πολλῶ τεχνικώτερόν ἐστι τοῦ καθ᾿ ἕκαστον θήραμα πονεῖσθαι τὸ διὰ μιᾶς ἐφόδου πολλὰ δύνασθαι ἀγρεύειν, οὕτω πολλῷ χαριέστερον τὸ κοινῇ κατὰ πάντων κομίζειν ἀντίρρησιν τοῦ προσειλεῖσθαι τοῖς κατὰ μέρος.