Ancient Greek
4 to 12
Sextus Empiricus, Adversus mathematicos 4-4-12
Not analysed yet
᾿Επεὶ οὖν οἱ δοκοῦντες ἀκριβέστερον κατὰ τὸν φυσικὸν τόπον περὶ τῶν τοῦ παντὸς ἀρχῶν διατετάχθαι τὰς μέν τινας αὐτῶν δραστηρίους εἶναι λέγουσι τἀς δὲ ὑλικάς <. . . . . . >. ὧν τῆς δόξης ἀρχηγὸς ἀξιοῦται τυγχάνειν ὁ ποιητὴς Ὅμηρος καὶ μετὰ τοῦτόν γε Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι παμπληθεῖς. ὁ μὲν γὰρ ποιητὴς περὶ τούτων ἀποδιδούς φησιν ἐν οἶς περὶ Πρωτέως καὶ Εἰδοθέας ἀλληγορεῖ (δ 365 sqq.) ,τὸ μὲν πρῶτον καὶ ἀρχικώτατον αἴτιον Πρωτέα καλῶν, τὴν δὲ εἰς εἴδη τρεπομένην οὐσίαν Εἰδοθέαν. ὁ δὲ ᾿Αναξαγόρας φησίν (B 1 Diels)· ‟ἦν πάντα ὁμοῦ χρήματα, νοῦς δὲ ἐλθὼν αὐτὰ διεκόσμησεν”, τὸν μὲν νοῦν, ὅς ἐστι θεὸς κατ᾿ αὐτόν, δραστήριον ὑποτιθέμενος ἀρχήν, τὴν δὲ τῶν ὁμοιομερειῶν πολυμιγίαν ὑλικήν. ὁ δὲ Ἀριστοτέλης (Metaphys. 984b 18 sqq.) καὶ Ἑρμότιμόν φησι τὸν Κλαζομένιον καὶ Παρμενίδην τὸν Ἐλεάτην καὶ πολὺ πρότερον τὸν ῾Ησίοδον ταῦτα φρονεῖν· κατασκευάζοντες γὰρ τὴν τῶν ὅλων γένεσιν ἔρωτα συμπαρέλαβον, τουτέστι τὴν κινητικὴν καὶ συναγωγὸν τῶν ὄντων αἰτίαν. ὁ μὲν ῾Ησίοδος λέγων (theog. 116) ἤτοι μὲν πρώτιστα χάος γένετ᾿, αὐτὰρ ἔπειτα γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδ᾿ ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσιν, ὁ δὲ Παρμενίδης (B 13 Diels) ῥητῶς ἀποφηνάμενος πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων. δόξαι δ’ ἄν, ὡς προεῖπον, καὶ ὁ ᾿Εμπεδοκλῆς τοιοῦτος εἷναι· σὺν γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ νεῖκος καὶ τὴν φιλίαν καταριθμεῖται, τὴν μὲν φιλίαν ὧς συναγωγὸν αἰτίαν, τὸ δὲ νεῖκος ὧς διαλυτικήν (B 17 Diels)· πῦρ” γάρ φησι ‟καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος, Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἀπάντη, καὶ Φιλότης μετὰ τοῖσιν. ἴση μῆκός τε πλάτος τε. οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς (fr. ΙΙ 301 Arn.) δύο λέγοντες ἀρχάς, θεὸν καὶ ἄποιον ὕλην, τὸν μὲν θεὸν ποιεῖν ὑπειλήφασι, τὴν δὲ ὕλην πάσχειν τε καὶ τρέπεσθαι. Περὶ θεῶν