Ancient Greek
3 to 4
Sextus Empiricus, Adversus mathematicos 3-6-4
Not analysed yet
Πάντες μὲν οἱ κατὰ τρόπον στοιχειοῦν δοκοῦντες τῶν φιλοσόφων, καὶ ἐπιφανέστατα παρὰ πάντας οἵ τε ἀπὸ τῆς ἀρχαίας Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ τῆς Στοᾶς, εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν εἷναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσιν· ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλ- λους ὁ Ξενοκράτης (fr. 76 Heinze) καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε· ‟πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.”