Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 300
Not analysed yet
ἐπεὶ τοίνυν πᾶν σύγγραμμα καὶ πᾶσα ποίησις ἐκ λέξεων τῶν δηλουσῶν καὶ πραγμάτων τῶν δηλουμέ- νων συνέστηκε, δεήσει τὸν γραμματικόν, εἴπερ ἔχει τέ- χνην |διαρθρωτικὴν τῶν παρὰ συγγραφεῦσι καὶ ποιηταῖς λεγομένων, ἤτοι τὰς λέξεις μόνον ἢ τὰ ὑποκείμενα πράγ- ματα γινώσκειν ἢ τὸ συναμφότερον. ἀλλὰ τὰ μέν πράγ- ματα, κἂν ἡμεῖς μὴ λέγωμεν, φαίνεταμι μὴ γινώσκειν. τούτων γὰρ τὰ μέν ἐστι φυσικὰ τὰ δέ μαθηματικὰ τὰ δὲ ἰατρικὰ τὰ δέ μουσικά, καὶ δεῖ τὸν μέν φυσικοῖς ἐπιβάλ- λοντα πράγμασιν εὐθὺς φυσικὸν εἶναι καὶ τὸν μουσικοῖς μουσικὸν εἶναι καὶ τὸν μαθηματικοῖς εὐθύς εἶναι μαθη- ματικόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ μέντοι γραμμά- τικὸς 〈ὅτι〉 οὐκ ἐστιν ἐν τῷ αὐτῷ πάνσοφος καὶ πάσης ἐπιστήμης δαήμων, σὺν τῷ καὶ αὐτόθεν προσπίπτειν, ἔτι κἀκ τῶν ἀποτελεσμάτων ἐλέγχεται.