Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 301
Not analysed yet
ποῦ γάρ τις δύ- ναται τῶν ὧφρυωμένων γραμματικῶν Ἡράκλειτον συν- εῖναι καὶ Πλάτωνι παρακολουθῆσαι λέγοντι (Plat. Tim. 35 A) ‘τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύ- σεως καὶ τῆς θατέρου’ καὶ ἤδη τὰ ἑξῆς, —περὶ τὴν λέξιν πάντες οἱ Πλάτωνος ἐξηγηταὶ ἐσίγησαν —ἢ ποῦ τοῖς Χρυσίππου διαλεκτικοῖς θεωρήμασιν ἤ λρχιμήδους τε καὶ Εὐδόξου μαθηματικοῖς ἐπιβάλλειν ἰσχύσει;