Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 302-3
Not analysed yet
λήμματα δὲ καλοῦμεν οὐ θέματά τινα, ἃ συναρπάζομεν, ἀλλ’ ἅπερ ὁ προσδιαλεγόμενος τῷ ἐμφανῆ εἶναι δίδωσι καὶ παραχωρεῖ. ἐπιφορὰ δὲ ἐτύγχανε τὸ ἐκ τούτων τῶν λημ- μάτων κατασκευαζόμενον. οἷον λόγος μέν ἐστι τὸ ὅλον τοῦτο σύστημα “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν”, λήμματα δὲ αὐτοῦ καθέστηκε τό τε “εἰ ἡμέρα ἔστι, φῶς ἔστιν” καὶ τὸ “ἀλλὰ μὴν ἔστιν, ἐπιφορὰ δὲ τὸ φῶς ἄρα ἔστιν .