Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 302-4
Not analysed yet
καὶ μὴν οὐδὲ ἀπὸ τοῦ μείζονος τὸ ἧττον. ὡς γὰρ ἐλέγομεν, δεῖ τὸ ἀπό τινος ἀφαιρούμενον ἐμπεριέχεσθαι τῷ ἐξ οὗ ἡ ἀφαίρεσις. οὐχὶ δέ γε τὸ ἔλαττον ἐμπεριέχεται τῷ πλείονι· ἀκολουθήσει γὰρ καὶ τὸ μεῖζον καὶ τὸ πλεῖον ἐμπεριέχεσθαι τῷ ἥττονι, ἀδύνατον δὲ τοῦτο ἐδείκνυτο. ὥστε οὐδὲ τὸ ἧττον ἐμπερισχεθήσεται τῷ μείζονι, οὑτωσὶ δ᾿ οὐδ᾿ ἀφαιρεθήσεται.