Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 303-3
Not analysed yet
καὶ ὅτι τῷ ὄντι σῴζεται τὰ τῆς ἀκολουθίας, σκοπῶμεν ἐπὶ τῶν τιθεμένων τοῖς ἀπορητικοῖς ὑποδειγμάτων. εἰ γὰρ ἐν τοῖς ἓξ ἐμπεριέχεται τὰ πέντε ὡς ἐν πλείονι ἐλάττονα, ἀνάγκη κἀν τοῖς πέντε περιέχεσθαι τὰ τέσσαρα ὡς ἐν πλείονι ἐλάττονα, κἀν τοῖς τέσσαρσι τὰ τρία, κἀν τοῖς τρισὶ τὰ δύο, κἀν τοῖς δυσὶ τὸ ἔν, καὶ διὰ τοῦτο ἐν τῷ ἓξ ἀριθμῷ περιέχεσθαι τὰ πέντε καὶ τὰ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἕν, ἅπερ ἐστὶ πεντεκαίδεκα.