Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 304
Not analysed yet
Ἀράου τε μὴν γράφοντος (phaon. 54I )ὅσσον ἀπʼ ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή, ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμιῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξά- κις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον ὥστε δύο αὐτὴν ἀποτέμινεσθαι ζῷδια, ἀλλὰ μαθηματικοῦ, γγραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἓκτον τοῦ ζωδια- κοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλο- μένης εὐθείας καθέστηκεν.