Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 305
Not analysed yet
Τίμωνός τε τοῦ ψλιασίου τὸν Πύρρωνα ἡλίῳ ἀπεικάζοντος ἐν οἰς φησι (B 67, 5 Diels PPF) μοῦνος δʼ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις, ὅς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται, δεικνὺς εὐτόρνου σφαίρας πυρικαύτορα κύκλον, δόξει μὲν τοῖς γραμματικοῖς κατὰ τιμὴν αὐτὸ λέγειν καὶ |διὰ τὴν περὶ τὸν φιλόσοφον ἐπιφάνειαν ἄλλος δέ ἐπι- στήσει μήποτε καὶ μάχεται [τὰ παραδείγματα] τῷ σκε- πτικῷ βουλήμιατι τὰ ὑπὸ τοῦ Φλιασίου εἰς τὸν Πύρρωνα λεχθέντα, εἴγε ὁ μὲν ἥλιος τὰ πρότερον μὴ βλεπόμενα τῷ φωτὶ καταυγάζων δείκνυσιν, ὁ δέ Πύρρων καὶ τὰ προ- δήλως ἡμῖν ληφθέντα τῶν πραγμάτων εἰς ἀδηλότητα περι- σπῖν βιάζεται.