Ancient Greek
308 to 309
Sextus Empiricus, Adversus mathematicos 308-309
Not analysed yet
πάνυ δ’ εἰσὶν εὐήθεις, καὶ κενῶς μόνον πρὸς τὰς ἐκκειμένας ἀπορίας ἀντηχοῦσιν. φαμὲν γάρ, εἰ καὶ συγχωρηθῶσιν αἱ διάφοροι αὗται δυνάμεις περὶ τὴν αὐτὴν οὐσίαν ὑποκεῖσθαι, πάλιν μένειν τὸ μικρῷ πρόσθεν ὑπὸ ἡμῶν κινηθὲν ἄπορον. ζητῶ γάρ, τοῦτο τὸ κατ’ ἄλλο μὲν νοῦς εἶναι λεγόμενον κατ’ ἄλλο δὲ αἴσθησις πῶς δύναται τῷ καθ’ ὃ νοῦς ἐστιν ἀντιλαμβάνεσθαι τοῦ καθ’ ὃ αἴσθησίς ἐστιν; λογικὸν γὰρ ὂν καὶ ἀλόγου ποιούμενον κατάληψιν ἀλόγως κινήσεται, ἀλόγως δὲ κινούμενον ἄλογον ἔσται, τοιοῦτον δὲ ὂν οὐκ ἔσται καταλαμβάνον ἀλλὰ καταλαμβανόμενον. ὅπερ πάλιν ἦν ἄτοπον.