Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 310
Not analysed yet
Διὰ τούτων μὲν δὴ παρεστάσθω, ὅτι ὁ ἄνθρωπος οὔτε διὰ τοῦ σώματος τὰς αἰσθήσεις δύναται λαβεῖν οὔτε ἀνάπαλιν διὰ τούτων τὸ σῶμα, <. . . . . >μηδὲ αὐτὰς ἢ ἀλλήλας. ἔρης δὲ ὑποδεικτέον, ὅτι οὐδ’ ἑαυτῆς ἐπιγνώμων ἐστὶν ἡ διάνοια, καθάπερ ἀξιοῦσιν οἱ δογματικοὶ τῶν φιλοσόφων. εἴπερ γὰρ ὁ νοῦς ἑαυτὸν καταλαμβάνεται, ἤτοι ὅλος ἑαυτὸν καταλήψεται, ἢ ὅλος μὲν οὐδαμῶς, μέρει δέ τινι ἑαυτοῦ πρὸς τοῦτο χρώμενος.