Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 308-2
Not analysed yet
ὧν ἐφοδευτικῶς μὲν μόνον ἐπάγουσιν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος “εἰ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δέ γε τὸν Δία καθ’ ὑπόθεσιν) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος”. ἐνθάδε γὰρ παραδεχόμεθα τὸ συμπέρασμα, τὸ πλουτήσειν τοῦτον, οὐκ ἐκ τῆς τοῦ προταθέντος λόγου δυνάμεως κατασκευασθέν, ἀλλὰ τῷ πιστεύειν τῇ τοῦ θεοῦ ἀποφάσει.