Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 309
Not analysed yet
ἐφοδευτικῶς δὲ ἅμα καὶ ἐκκαλυπτικῶς ἐπῆγεν ἡμᾶς ἀπὸ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, καθάπερ ὁ ἐπὶ τῶν νοητῶν πόρων συνερωτηθείς. τὸ γὰρ “εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι” καὶ τὸ ῥέειν διὰ τῆς ἐπιφανείας ἱδρῶτας, ἐκ τῆς αὐτῶν φύσεως κατασκευάσαι ἐδίδασκεν ἡμᾶς τὸ ὅτι εἰσὶ νοητοὶ τῆς σαρκὸς πόροι, κατὰ τινα τοιαύτην ἔφοδον· “διὰ ναστοῦ καὶ ἀποροποιήτου σώματος ἀδύνατόν ἐστιν ὑγρὸν ῥεῖν· ῥεῖ δέ γε διὰ τοῦ σώματος ἱδρώς· τοίνυν οὐκ ἂν εἴη ναστὸν τὸ σῶμα ἀλλὰ πεποροποιημένον”.