Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 31
Not analysed yet
Περὶ τοῦ διδάσκοντος καὶ μανθάνοντος Εἰ γὰρ ἔστι τις τούτων, ἤτοι ὁ ἄτεχνος τὸν ὁμοίως ἄτεχνον διδάξει ἢ ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ἀνάπαλιν. οὔτε δέ ὁ ἄτεχνος τὸν ἄτεχνον δύναται διδάσκειν, ὡς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν, οὔτε ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην οὐδέτερος γὰρ αὐτῶν ἐδεῖτο μαθήσεως, καὶ οὐ μιᾶλλον οὗτος ἐκείνου ἢ ἐκεῖνος τούτου χρείαν ἔχει πρὸς τὸ μανθάνειν, τοῖς ἴσοις περιουσιαζόμενοι.