Ancient Greek
32 to 34
Sextus Empiricus, Adversus mathematicos 32-34
Not analysed yet
οὔτε ὁ ἄτεχνος τὸν τεχνίτην· ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὸν βλέποντα ὑπὸ τοῦ πεπηρωμένου ὁδη- γεῖσθαι. καὶ γὰρ ὁ ἄτεχνος πρὸς τὰ τεχνικὰ τῶν θεω- ρημάτων πεπηρωμένος οὐκ ἂν δύναιτό τινα διδάσκειν ἂ μηδὲ τὴν ἀρχὴν οἶδεν, καὶ ὁ τεχνίτης διαβλέπων ἐν τοῖς τεχνικοῖς θεωρήμασι καὶ γνῶσιν αὐτῶν ἐσχηκὼς οὐ δεή- σεται τοῦ διδάξοντος. λείπεται οὖν τὸν τεχνίτην τοῦ ἀτέχνου διδάσκαλον εἶναι λέγειν. ὃ τῶν προτέρων ἐστὶν ἀτοπώτερον· ὅ τε γὰρ τεχνίτης συνηπόρηται ἡμῖν τοῖς τῆς τέχνης θεωρήμασιν ἐν τῷ σκεπτικῷ τόπῳ (PH) III 259), ὅ τε ἄτεχνος οὔτε ὅτε ἐστὶν ἄτεχνος δύναται γενέ- σθαι τεχνίτης, οὔτε ὅτε ἐστὶ τεχνίτης ἔτι γίνεται τεχνίτης ἀλλʼ ἔστιν. ἄτεχνος μὲν γὰρ ὢν ὅμοιός ἐστι τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὗτος οὐδέποτε ἢ εἰς χρωμάτων εἰς φωνῶν ἐλθεῖν ἔννοιαν πέφυκεν, οὕτως οὐδὲ ὁ ἄτεχνος, ἐφʼ ὅσον ἐστὶν ἄτεχνος, τετυ- φλωμένος καὶ κεκωφωμένος πρὸς τὰ τεχνικὰ θεωρή- ματα οὔτε ἰδεῖν οὔτε ἀκοῦσαί τι τούτων οἷός τε ἐστίν τεχνίτης δὲ γενόμενος οὐκέτι διδάσκεται ἄλλὰ δεδί- δακται.