Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 313-2
Not analysed yet
ἔπειτα εἰ αὐτὸν καταλαμβάνει ὁ νοῦς, καὶ τὸν τόπον ἐν ᾧ ἔστι συγκαταλήψεται· πᾶν γὰρ τὸ καταλαμβανόμενον σύν τινι τόπῳ καταλαμβάνεται. εἰ δὲ καὶ τὸν τόπον ὁ νοῦς τὸν ἐν ᾡ ἔστι συγκαταλαμβάνει ἑαυτῷ, ἐχρῆν μὴ διαφωνεῖσθαι τοῦτον παρὰ τοῖς φιλοσόφοις, τῶν μὲν κεφαλὴν λεγόντων εἶναι τῶν δὲ θώρακα, καὶ ἐπ’ εἴδους τῶν μὲν ἐγκέφαλον τῶν δὲ μήνιγγα, τινῶν δὲ καρδίαν, ἄλλων δὲ ἥπατος πύλας ἤ τι τοιοῦτο μέρος τοῦ σώματος. διαφωνοῦσι δέ γε περὶ τούτου οἱ δογματικοὶ τῶν φιλοσόφων· οὐκ ἄρα καταλαμβάνει ἑαυτὸν ὁ νοῦς.