Ancient Greek
314 to 319
Sextus Empiricus, Adversus mathematicos 314-2-319
Not analysed yet
Καὶ δὴ οὕτω κοινότερον ἐπὶ παντὸς ἀνθρώπου δηπορήσθω ἡ περὶ τοῦ κριτηρίου ζήτησις. ἐπειδὴ δὲ φιλαύτως οἱ δογματικοὶ ἄλλοις μὲν οὐ παραχωροῦσι τὴν τῆς ἀληθείας κρίσιν, μόνους δ’ ἑαυτοὺς ταύτην εὑρηκέναι λέγουσιν, φέρε ἐπ’ αὐτῶν στήσαντες τὸν λόγον διδάσκωμεν ὅτι οὐδὲ οὕτως εὑρεθῆναί τι δυνατόν ἐστιν ἀληθείας κριτήριον. ἕκαστος τοίνυν τῶν ἀξιούντων τἀληθὲς εὑρηκέναι ἤτοι φάσει μόνον τοῦτο ἀποφαίνεται ἢ ἀπόδειξιν παραλαμβάνει. ἀλλὰ φάσει μὲν οὐκ ἐρεῖ· τῶν γὰρ ἀντικαθεζομένων νῶν αὐτῷ τις τὴν τοὐναντίον ἀξιοῦσαν προοίσεται φάσιν, καὶ οὕτως οὐ μᾶλλον ἐκεῖνος ἢ οὗτος ἔσται πιστός· Φιλῇ γὰρ φάσει ἴσον φέρεται ψιλὴ φάσις. εἰ δὲ μετ’ ἀποδείξεως κριτήριον αὑτὸν ἀποφαίνηται, πάντως ὑγιοῦς. ἀλλ’ ἴνα μάθωμεν ὅτι ὑγιὴς ἡ ἀπόδειξίς ἐστιν ᾑ προσχρώμενος κριτήριον ἑαυτὸν ἀποφαίνεται, ὀφείλομεν ἔχειν κριτήριον, τήριον, καὶ τοῦτο προωμολογημένον· οὐκ ἔχομεν δέ γε σύμφωνον κριτήριον, ζητεῖται δέ· οὐκ ἄρα δυνατόν ἐστιν εὑρεῖν κριτήριον. πάλιν ἐπεὶ οἱ σφᾶς αὐτοὺς κριτήρια λέγοντες τῆς ἀληθείας ἀπὸ διαφόρων αἱρέσεων ἀνάγονται καὶ παρ’ αὐτὸ τοῦτο διαφωνοῦσιν ἀλλήλοις, δεῖ παρεῖναί τι ἡμῖν κριτήριον ᾧ προσχρώμενοι κρινοῦμεν τὴν διαφωνίαν εἰς τὸ τισὶ μὲν συγκατατίθεσθαι τισὶ δὲ μηδαμῶς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι πᾶσι διάφωνόν ἐστι τοῖς διαφωνοῦσιν ἢ ἑνὶ μόνον σύμφωνον. ἀλλ’ εἰ μὲν πᾶσι διάφωνον, μοῖρα καὶ αὐτὸ γενήσεται τῆς διαφωνίας, μοῖρα δ’ ὂν ταύτης οὐκ ἂν εἴη κριτήριον ἀλλὰ καὶ αὐτὸ παραπλησίως τῇ ὅλῃ διαφωνίᾳ κρίσεως δεόμενον· τὸ γὰρ αὐτὸ δοκιμάζειν ἅμα καὶ δοκιμάζεσθαι τῶν ἀμηχάνων. εἰ δὲ μὴ πᾶσι διαπεφώνηκεν ἀλλ’ ἑνὶ συμφωνεῖ, <. . . . . >ἐκ τῆς διαφωνίας ὂν χρείαν ἔχει τοῦ δοκιμάσοντος. καὶ διὰ τοῦτο <τὸ> σύμφωνον αὐτῷ κριτήριον μὴ ἕτερον ὂν παρ’ δεήσεται κρίσεως, δεόμενον δὲ κρίσεως οὐκ ἔσται κριτήριον.