Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 313-3
Not analysed yet
ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἴ τε περὶ Ἵππασον καὶ ᾿Αναξιμένη καὶ Θαλῆ, ὧν Ἵππασος μὲν καὶ κατά τινας ὁ ᾿Εφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ’ ἐνίους ἐκ γῆς (B 27 Diels)· ἐκ γαίης γὰρ πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ. ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν,