Ancient Greek
314 to 316
Sextus Empiricus, Adversus mathematicos 314-5-316
Not analysed yet
γῆς τε καὶ ὕδατος, ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων (Ξ 201) Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, ὁτὲ δὲ (Η 99) ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. συμφέρεσθαι δ’ αὐτῷ δοκεῖ κατ’ ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ (B 33 Diels)· πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐκδέξασθαι ἐκ τοῦ λέγειν αὐτόν (fr. 1023 Nauck)· Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω. ἐκ τεσσάρων δὲ ὁ ᾿Εμπεδοκλῆς (B 6 Diels)· τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεύς Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ἐκ πέντε δὲ Ὄκκελος ὁ Λευκανὸς καὶ᾿Αριστοτέκης· συμπαρέλαβον παρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια.