Ancient Greek
318 to 322
Sextus Empiricus, Adversus mathematicos 318-322
Not analysed yet
ἐξ ἀπείρων δ’ ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ’ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον ᾿Επίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ ᾿Ασκληπιάδην μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων. Προειληφότες οὖν, ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης τῆς γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων. καίτοι γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐταρκῶς ἤδη συμβεβίβασται τὸ κεφάλαιον. τὸ γὰρ γινόμενον καὶ ρόμενον ἐν χρόνῳ φθείρεται καὶ γίνεται, χρόνος δὲ οὐκ ἔστιν, ὡς ἀνώτερον παρεστήσαμεν (§170sqq.) ὥστε οὐδὲ γινόμενον καὶ φθειρόμενον ἔσται. πᾶσά τε γένεσις καὶ φθορὰ μεταβλητικαί τινές εἰσι κινήσεις, οὐδὲν δ’ ἐστὶ κίνησις, ὧς προκατεστησάμεθα (§37sqq.) · τοίνυν οὐδὲ φθορὰ γενήσεται. καὶ πᾶν τὸ γεννώμενον ἢ φθειρόμενον οὐ χωρὶς τοῦ δρῶντος καὶ πάσχοντος γεννᾶται ἤ φθείρεται, οὔτε δὲ δρᾷ τι οὔτε πάσχει, ὥστ’ οὐδὲ γεννᾶταί τι οὐδὲ φθείρεται.