Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 317
Not analysed yet
ἐκ δὲ τῶν ἓξ τὴν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἶς μὲν γὰρ λέγει τέσσαρα τῶν πάντων ῥιζώματα, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ (B 17,19 Diels) Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ, καὶ Φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε ἓξ παραδίδωσι τὰς τῶν ὄντων ἀρχάς, τέσσαρας μὲν ὑλικάς, γῆν ὕδωρ ἀέρα πῦρ, δύο δὲ τἀς δραστηρίους, φιλίαν καὶ νεῖκος.