Ancient Greek
321 to 322
Sextus Empiricus, Adversus mathematicos 321-322
Not analysed yet
καὶ δὴ τῇ ἡλικίᾳ μὲν οὐ προσεκτέον, ἐπείπερ οἱ πλείους τῶν δογματικῶν ὁμήλικες σχεδὸν ἦσαν ὅτε αὑτοὺς ἔλεγον κριτήρια τῆς ἀληθείας· πάντες γὰρ πρεσβῦται γενόμενοι, οἷον Πλάτων’, εἰ τύχοι, καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ Ζήνων, ἑαυτοῖς τὴν εὕρεσιν σιν τῆς ἀληθείας προσεμαρτύρησαν. εἶτ’ οὐκ ἀπέοικεν, ὧς ἐν τῷ βίῳ καὶ τῇ κοινῇ συνηθείᾳ θεωροῦμεν, ὅτι συνετώτεροι πολλάκις τῶν πρεσβυτέρων εἰσὶ νέοι, τὸν αὐτὸν τρόπον κἀν φιλοσοφίᾳ εὐεπηβολωτέρους γεγονέναι παρὰ τοὺς πρεσβύτας τοὺς νέους.