Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 320
Not analysed yet
τὸ δὲ πάντων κυριώτατον, εἴπερ τινὰ τῶν δογματικῶν λέγομεν εἶναι κριτὴν τῆς ἀληθείας καὶ παρ’ αὐτῷ μόνῳ ταύτην ὑπάρχειν, ἤτοι τῇ ἡλικίᾳ αὐτοῦ ἐνατενί- ζοντες τοῦτο ἐροῦμεν, ἢ τῇ ἡλικίᾳ μὲν οὐδαμῶς τῷ πόνῳ δέ, ἢ οὐδὲ τούτῳ ἀλλὰ τῇ συνέσει καὶ τῇ διανοίᾳ, ἢ συνέσει μὲν οὐδαμῶς, μαρτυρίᾳ δὲ τῇ τῶν πολλῶν. οὔτε δὲ ἡλικίᾳ οὔτε φιλοπονίᾳ οὔτ’ ἄλλῳ τινὶ τῶν εἰρημένων προσέχειν οἰκεῖόν ἐστιν ἐν τῇ περὶ τοῦ ἀληθοῦς ζητήσει, ὡς παραστήσομεν· οὐκ ἄρα τινὰ τῶν φιλοσόφων ῥητέον κριτήριον εἶναι τῆς ἀληθείας.