Ancient Greek
324 to 326
Sextus Empiricus, Adversus mathematicos 324-4-326
Not analysed yet
εἰ δὴ τοίνυν πᾶν τὸ γεννώμενον καὶ φθειρόμενον ἤτοι κατὰ πρόσθεσιν ἢ κατ’ ἀφαίρεσιν ἢ κατὰ μεταβολὴν γίνεται καὶ φθείρεται, ἐπεὶ παρεστήσαμεν (adv, dogm. III 277sqq.) μήτε πρόσθεσιν οὖσαν μήτε ἀφαίρεσιν μήτε μεταβολήν, δυνάμει προκατεστησάμεθα τὸ μηδὲ γένεσιν ἢ φθοράν ὑπάρχειν. πρὸς τούτοις· τὸ γεννώμενον ἢ φθειρόμενον ψαύειν ὀφείλει ἐκείνου τοῦ ἐξ οὗ φθείρεται καὶ τοῦ εἰς ὃ μεταβάλλει, οὐδὲν δὲ ψαῦσίς ἐστιν, ὧς παρέσταται (adv. dogm. III 258 sqq.) · τοίνυν οὐδὲ γένεσις ἢ φθορὰ συστῆναι δύναται. Πάρεστι δὲ καὶ προηγουμένως ἀποροῦντας λέγειν, ὡς εἴπερ <τι> γίνεται, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ γίνεσθαι συμβέβηκεν. καὶ ἄλλως·