Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 327-4
Not analysed yet
τὸ γινόμενον πάσχει, τὸ δὲ μὴ ὂν οὐδὲν δύναται πάσχειν· ὄντος γὰρ τὸ πάσχειν· οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν· ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως· οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ’ εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ’ οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.