Ancient Greek
328 to 331
Sextus Empiricus, Adversus mathematicos 328-2-331
Not analysed yet
διὰ τῶν Κανόνων ἀντείρηκεν), οἱ δὲ σκεπτιοὶ ἐν ἐποχῇ ταύτην ἐφύλαξαν, τῇ “μὴ μᾶλλον” ἀποφάσει χρώμενοι. τῶν τε τιθέντων αὐτὴν πάλιν ἱκανή τις ἔστι διαφωνία, καθὼς προβαίνοντος τοῦ λόγου διδάξομεν. τοίνυν ἄδηλόν τί ἐστιν ἡ ἀπόδειξις. Καὶ μὴν εἶ πᾶσα ἀπόδειξις δόγμα ἐν τοῖς λήμμασιν αὐτῆς περιέχουσα εὐθύς ἐστι δόγμα, πᾶν δὲ δόγμα διαπεφώνηται, κατ’ ἀνάγκην πᾶσα ἀπόδειξις διαπεφώνηται καὶ τῶν ζητουμένων ἐστὶ πραγμάτων. οἷον Ἐπίκουρος (fr. 272 Us.) δοκεῖ ἰσχυροτάτην τεθεικέναι ἀπόδειξιν εἰς τὸ εἶναι κενὸν νὸν τοιαύτην· “εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κί- νῆσις· ἔστιν ἄρα κενόν”. ταύτης δὲ τῆς ἀποδείξεως τὰ λήμματα εἰ μὲν συνεχωρεῖτο πρὸς πάντων, ἐξ ἀνάγκης ἂν καὶ τὴν ἐπιφορὰν εἶχεν ἀκολουθοῦσαν αὐτοῖς καὶ ὑπὸ πάντων παραχωρουμένην. νῦν δ’ ἐνέστησάν τινες τούτῳ, φημὶ δὲ τῷ συνάγεσθαι τοῖς λήμμασι τὴν ἐπιφοράν, οὐ διὰ τὸ μὴ ἀκολουθεῖν αὐτὴν ἐκείνοις, ἀλλὰ διὰ ἐκεῖνα εἷναι ψευδῆ καὶ ἀνομόλογα.