Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 332
Not analysed yet
ἴνα γὰρ μὴ πολλὰς ἐπιτρέχωμεν συνημμένου κρίσεις, λέγωμεν δ’ αὐτόθεν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπ’ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, τὸ [δ᾿] “εἰ ἔστι κίνησις, ἔστι κενόν” κατὰ μὲν Ἐπίκουρον ἀρχόμενον ἀπ’ ἀληθοῦς τοῦ [εί] ἔστι κίνησις καὶ λῆγον ἐπ’ ἀληθὲς ἔσται κατὰ δὲ τοὺς Περιπατητικοὺς ἀρχόμενον ἀπ’ ἀληθοῦς τοῦ [εί] ἔστι κίνησις καὶ λῆγον ἐπὶ ψεῦδος τὸ ἔστι ἔσται ψεῦδος,