Ancient Greek
328 to 332
Sextus Empiricus, Adversus mathematicos 328-3-332
Not analysed yet
ἄλλως τε· ἐν τοῖς φαινομένοις θεωρεῖται τὰ μὲν ἐξ ἑνὸς γεννώμενα κατὰ μεταβολήν, τὰ δ’ ἐκ πλειόνων κατὰ σύνθεσιν, καὶ ἐξ ἑνὸς μὲν κατὰ μεταβολὴν ὁπόσα τῆς αὐτῆς οὐσίας μενούσης ἑτέραν ἐξ ἑτέρας μεταλαμβάνει ποιότητα, οἷον ὅταν τοῦ αὐτοῦ ὑγροῦ μένοντος ἐν τῷ αὐτῷ πλήθει τὸ μὲν γλεῦκος ἀφανισθῇ, οἶνος δὲ γένηται, ἢ ὁ οἶνος μὲν ἀφανισθῇ, ὄξος ’δε ὑποστῇ, ἢ τοῦ κηροῦ μένοντος ἡ μὲν σκληρότης ἀφανίζηται, ἡ δὲ μαλακότης γένηται, ἢ ἀνάπαλιν· ἐκ πλειόνων δὲ κατ’ ἐπισύνθεσιν ὡς ἅλυσις μὲν κατ’ ἐπισύνδεσιν κρίκων, οἰκία δὲ κατὰ σύνοδον λίθων, ἐσθὴς δὲ κατὰ κρόκης καὶ στημόνων συμπλοκήν. εἰ δὲ κἀν τοῖς νοητοῖς γίνεταί τι, ἤτοι ἐξ ὄντος γίνεταί τι ἢ ἐκ μὴ ὄντος. καὶ ἐκ μὲν τοῦ μὴ ὄντος οὐδὲν δύναται γίνεσθαι· δεῖ γὰρ τὸ γεννητικόν τινος οὐσίαν ἔχειν καὶ ποιὰν ἀναδἐχεσθαι κίνησιν, ὥστ’ οὐκ ἂν εἴη τι ἐκ τοῦ μὴ ὄντος γεννώμενον. καὶ μὴν οὐδ’ ἐκ τοῦ ὄντος. εἰ γὰρ ἐκ τοῦ ὄντος γίνεταί τι, ἤτοι ἐξ ἑνὸς γίνεται ἢ ἐκ πλειόνων. καὶ ἐξ ἑνὸς μὲν οὐκ ἂν εἴη γεννώμενον. εἰ γὰρ ἐξ ἑνὸς γίνεται, ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος γίνεται.