Ancient Greek
333 to 336
Sextus Empiricus, Adversus mathematicos 333-2-336
Not analysed yet
κατὰ δὲ Διόδωρον ἀρχόμενον ἀπὸ ψεύδους τοῦ ‘‘ἔστι κίνησις” καὶ λῆγον ἐπὶ ψεῦδος τὸ ‘‘ἔστι κενόν’’ αὐτὸ μὲν ἔσται ἀληθές, τὴν δὲ πρόσληψιν τὴν ‘‘ἔστι δέ γε κίνησις” ὧς ψευδῆ διελέγχει, κατὰ μέντοι τοὺς σκεπτικοὺς λῆγον ἐπ’ ἄδηλον ἔσται ἄδηλον· τὸ γὰρ ‘‘ἔστι κενόν” κατ’ αὐτοὺς τῶν ἀγνώστων ἐτύγχανεν. φανερὸν οὖν ἐκ τούτων, ὅτι διαπεφώνηται τὰ λήμματα τῆς ἀποδείξεως. διάφωνα δὲ καὶ τὰ ἄδηλά ἐστιν, ὥστε καὶ ἡ ἐξ αὐτῶν ἀπόδειξις πάντως ἄδηλος. Καὶ μὴν τῶν πρός τι ἐστὶν ἡ ἀπόδειξις· οὐ γὰρ καθ’ ἑαυτὴν φαίνεται, πρὸς δὲ τῷ ἀποδεικνυμένῳ θεωρεῖται. τὰ δὲ πρός τι εἰ ἔστιν ἐζήτηται, καὶ πολὺς ἦν ὁ λέγων μὴ εἶναι αὐτὰ. τὸ δὲ διολκὴν ἔχον ἐστὶν ἄδηλον. <ς΄> εἰ ἔστιν