Ancient Greek
34 to 36
Sextus Empiricus, Adversus mathematicos 34-2-36
Not analysed yet
Οἱ δὲ λέγοντες τοὺς πρώτους τῶν ἀνθρώπων ἡγεμονεύσαντας καὶ διοικητὰς τῶν κοινῶν πραγμάτων γενομένους, πλείονα δύναμιν αὑτοῖς περιθέντας καὶ τιμὴν πρὸς τὸ ὑπακούειν τὰ πλήθη, τούτους χρόνῳ τελευτήσαντας θεοὺς ὑποληφθῆναι, πάλιν οὐ συνιᾶσι τὸ ζητούμενον. αὐτοὶ γὰρ οἱ εἰς θεοὺς ἀνάγοντες αὐτοὺς πῶς ἔννοιαν ἔλαβον θεῶν εἰς ἣν αὑτοὺς ἐνέταξαν; τοῦτο γὰρ δεόμενον ἀποδείξεως παρεῖται. ἄλλως τε καὶ ἀπίθανόν ἐστι τὸ ἀξιούμενον. τὰ γὰρ ὑπὸ τῶν ἡγεμόνων γινόμενα, καὶ μάλιστά γε τὰ ψευδῆ, ζῶσι μόνον συμπαραμένει τοῖς ἡγουμένοις, τελευτησάντων δὲ ἀναιρεῖται, καὶ πάρεστι πολλοὺς ἐπελθεῖν τοὺς παρὰ μὲν τὸν τῆς ζωῆς χρόνον ἔ ἐκθειασθέντας, μετὰ δὲ τὴν τελευτὴν καταφρονηθέντας, εἶ μή τινας προσηγορίας θεῶν ὑποστέλλοιεν, ὥσπερ ὁ Ἡρακλῆς ὁ ἐξ Ἀλκμήνης καὶ Διός. ἦν μὲν γὰρ ἐξ ἀρχῆς, ὥς φασιν, Ἀλκαῖος τοὔνομα, ὑπέδραμε δὲ τὴν Ἡρακλέους προσηγορίαν νομιζομένου παρὰ τοῖς τότε θεοῦ. ὅθεν καὶ ἐν ταῖς Θήβαις λόγος ἔχει πάλαι ποτὲ ἀνδριάντα ἔδιον Ἡρακλέους εὑρῆσθαι ἐπιγραφὴν ἔχοντα “Ἀλκαῖος Ἡρακλεῖ χεαριστήριον”.