Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 37-4
Not analysed yet
καὶ τοὺς Τυνδαρίδας δέ φασι τὴν τῶν Διοσκούρων δόξαν ὑπελθεῖν πόλιν νομιζομένων εἶναι θεῶν· τὰ γὰρ δύο ἡμισφαίρια, τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν, Διοσκούρους οἱ σοφοὶ τῶν τότε ἀνθρώπων ἔλεγον. διὸ καὶ ὁ ποιητὴς τοῦτο αἰνιττόμενός φησιν ἐπ’ αὐτῶν (λ 303) ἄλλοτε μὲν ζώουσ’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν. πίλους τ’ ἐπιτιθέασιν αὐτοῖς, καὶ ἐπὶ τούτοις ἀστέρας, αἰνισσόμενοι τὴν τῶν ἡμισφαιρίων κατασκευήν.