Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 340
Not analysed yet
Ἐρωτᾶται δὲ καὶ οὕτως· οἱ κρίνειν τἀληθὲς ἐπαγγελλόμενοι κριτήριον ἔχειν ὀφείλουσι τοῦ ἀληθοῦς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτόν ἐστι, πόθεν ὅτι πιστόν; οὐδὲν γὰρ τῶν ἀμφισβητουμένων χωρὶς κρίσεως ἐστι πιστόν. εἰ δὲ ἐπικέκριται, πάλιν τὸ κρῖναν αὐτὸ ἤτοι ἀνεπίκριτόν ἐστιν ἤ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτον, ἄπιστον· εἰ δὲ ἐπικέκριται, πάλιν τὸ ἐπικρῖναν αὐτὸ ἤτοι ἐπικέκριται ἢ οὐκ ἐπικέκριται, καὶ οὕτως εἰς ἄπειρον.