Ancient Greek
341 to 342
Sextus Empiricus, Adversus mathematicos 341-342
Not analysed yet
πάλιν τὸ κριτήριον ἀμφισβητούμενον καθεστὼς δεῖταί τινος ἀποδείξεως. ἀλλ’ ἐπεὶ τῶν ἀποδείξεων αἱ μέν εἰσιν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ὀφείλει καὶ ἡ εἰς πίστιν τοῦ κριτηρίου παραλαμβανομένη ἀπόδειξις διά τινος κριτηρίου βεβαιοῦσθαι, ὥστε εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτειν τρόπον, τοῦ μὲν κριτηρίου τὴν διὰ τῆς ἀποδείξεως πίστιν περιμένοντος, τῆς δὲ ἀποδείξεως τὴν ἀπὸ τοῦ κριτηρίου βεβαίωσιν ἀναμενούσης, μηδετέρου δὲ αὐτῶν διὰ θατέρου πεπιστῶσθαι δυναμένου. καὶ ἄλλως γίνεται τὸ αὐτὸ πιστόν τε καὶ ἄπιστον. πιστὸν μὲν τὸ κριτήριον, ὅτι κρίνει τὴν ἀπόδειξιν, καὶ ἡ ἀπόδειξις, ὅτι ἀποδείκνυσι τὸ κριτήριον· ἄπιστον δὲ τὸ μὲν κριτήριον, ὅτι ἀποδείκνυται πρὸς τῆς ἀποδείξεως, ἡ δὲ ἀπόδειξις, ὅτι κρίνεται πρὸς τοῦ κριτηρίου.