Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 343
Not analysed yet
Ἀλλ’ ἡ μὲν τοῦ πρώτου κριτηρίου ἀγνωσία, τουτέστι τοῦ ὑφ’ οὗ, διὰ τοσούτων παρὰ τοῖς σκεπτικοῖς ἀπορεῖται· εὐαπόδοτος δέ ἐστι καὶ ὁ περὶ τοῦ δευτέρου λόγος, φημὶ δὲ τοῦ δι’ οὗ. εἰ γὰρ εὑρίσκει τἀληθὲς ὁ ἄνθρωπος, ἤτοι ταῖς αἰσθήσεσι μόνον προσχρώμενος τοῦτο εὑρίσκει ἢ τῇ διανοίᾳ ἢ τῷ συναμφοτέρῳ, ταῖς τε αἰσθήσεσι καὶ τῇ δια- νοίᾳ· οὔτε δὲ μόνον ταῖς αἰσθήσεσι προσχρώμενος δύναται τἀληθὲς εὑρεῖν οὔτε καθ’ αὑτὴν τῇ διανοίᾳ οὔτε κοινῶς ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ, ὡς παραστήσομεν·