Ancient Greek
347 to 349
Sextus Empiricus, Adversus mathematicos 347-2-349
Not analysed yet
οὐδὲ ἀλλήλων οὖν μέρη ἐστὶ τὰ μέρη. καὶ μὴν οὐδὲ ἑαυτῶν· ἀμήχανον γὰρ ἑαυτοῦ τι μέρος ὑπάρχειν. εἰ οὖν μήτε ἕτερόν ἐστι τῶν μερῶν τὸ ὅλον μήτε αὐτὰ τὰ μέρη ἐστὶν ὅλον, οὐδέν ἐστι τὸ ὅλον. καὶ πάλιν τὸ μέρος, οἶον ἡ κεφαλή, λέγεται τὸν ὅλον ἄνθρωπον συμπληροῦν καὶ ἀνθρώπου μέρος εἶναι· θεωρεῖται δέ γε ὁ ἄνθρωπος σὺν τῇ κεφαλῇ ἄνθρωπος· καὶ ἑαυτὴν ἄρα συμπληροῖ ἡ κεφαλή, καὶ ἑαυτῆς γίνεται μέρος. διὰ δὲ τοῦτο καὶ μείζων ἐστὶν ἑαυτῆς καὶ ἐλάσσων· ᾗ μὲν γὰρ συμπεπληρωμένη νοεῖται ὑφ’ ἑαυτῆς, μείζων ἐστὶν αὑτῆς, ᾗ δὲ συμπληροῦσα, ἐλάττων. ἡ δὲ ἀυτὴ ἀπορία καὶ ἐπὶ φυτοῦ καὶ ἐπὶ πήχεως καὶ κοινῶς τῶν ἄλλων ἀπάντων ὧν ἐπικατηγορεῖται τὸ ὅλον· ἐπεὶ γὰρ ὁ παλαιστὴς μέρος πήχεως νοεῖται (σὺν γὰρ τῷ παλαιστῇ καὶ ὁ πῆχυς νοεῖται πῆχυς), καὶ ἑαυτοῦ συμπληρωτικός ἐστιν ὁ παλαιστὴς καὶ μέρος ἑαυτοῦ. ὅπερ ἄτοπον καὶ σχεδὸν παρὰ τὰς κοινὰς ἐννοίας.