Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 350-3
Not analysed yet
Ἅπτεται δὲ ἡ ἀπορία καὶ τῶν τοῦ λόγου μερῶν. ἐπὶ γὰρ τοῦ τοιούτου στίχου, μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος, ζητητέον τὸ μῆνιν καὶ τὸ ἄειδε καὶ τὸ θεά καὶ τὸ Πηληιάδεω” καὶ πρὸς τούτοις τὸ “’Αχιλῆος”, τίνος ἐστὶ μέρη. ἤτοι γὰρ ὅλος ὁ στίχος ἄλλο τί ἐστι τῶν μερῶν τούτων, ἢ τὸ ἄθροισμα αὐτῶν ὁ στίχος ἐστίν. καὶ ἐπακτέον τὰς ἐκκειμένας ἀπορίας. τὸ “μῆνιν” εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστί, καὶ ἑαυτοῦ γενήσεται μέρος· σὺν αὐτῷ γὰρ ἐνοεῖτο καὶ ὅλος ὁ στίχος·